Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.91 | Joseph. BJ 6.98 (English) | >>Joseph. BJ 6.104 |
6.95λέγειν τῷ Ἰωάννῃ πάλιν ἐκέλευσεν ἃ καὶ πρότερον , ὡς εἰ καί τις αὐτὸν ἔρως κακὸς ἔχοι τοῦ μάχεσθαι , προελθόντι μεθʼ ὅσων βούλεται πολεμεῖν ἐξείη δίχα τοῦ συναπολέσθαι τήν τε πόλιν καὶ τὸν ναὸν αὐτῷ , μηκέτι μέντοι μιαίνειν τὸ ἅγιον μηδὲ εἰς τὸν θεὸν πλημμελεῖν , παρεῖναι δʼ αὐτῷ τὰς ἐπιλελοιπυίας θυσίας ἐκτελεῖν διʼ ὧν ἂν ἐπιλέξηται Ἰουδαίων .
6.96καὶ ὁ Ἰώσηπος , ὡς ἂν εἴη μὴ τῷ Ἰωάννῃ μόνον ἀλλὰ καὶ τοῖς πολλοῖς ἐν ἐπηκόῳ , τά τε τοῦ Καίσαρος διήγγελλεν ἑβραΐζων ,
6.97καὶ πολλὰ προσηντιβόλει φείσασθαι τῆς πατρίδος καὶ διασκεδάσαι τοῦ ναοῦ γευόμενον ἤδη τὸ πῦρ , τούς τʼ ἐναγισμοὺς ἀποδοῦναι τῷ θεῷ .
6.98πρὸς ταῦτα τοῦ δήμου μὲν ἦν κατήφεια καὶ σιγή , πολλὰ δʼ ὁ τύραννος λοιδορηθείς τε τῷ Ἰωσήπῳ καὶ καταρασάμενος τὸ τελευταῖον προσέθηκεν , ὡς οὐκ ἄν ποτε δείσειεν ἅλωσιν · θεοῦ γὰρ ὑπάρχειν τὴν πόλιν .
6.99καὶ ὁ Ἰώσηπος πρὸς ταῦτα ἀνέκραγεν “πάνυ γοῦν καθαρὰν τῷ θεῷ τετήρηκας αὐτήν , ἀμίαντον δὲ μένει τὸ ἅγιον , εἰς ὅν τʼ ἐλπίζεις σύμμαχον οὐδὲν ἠσέβησας , τὰς δʼ ἐθίμους θυσίας ἀπολαμβάνει .
6.100κἂν μὲν σοῦ τις ἀφέλῃ τὴν καθʼ ἡμέραν τροφήν , ἀσεβέστατε , τοῦτον ἥγησαι
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.91 | Joseph. BJ 6.98 (English) | >>Joseph. BJ 6.104 |